ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ

[Italiano] [English]

ἐν τῇδε μὲν τῇ ἐπιδείξει, ἣν ἀττικιστὶ παρέξομεν, ἐξηγησόμεθά τινας τῶν εὐδοκιμοτάτων συγγραφέων οἳ περὶ τῆς ἀθανασίας ἔγραψαν. τὸ δὲ δίδαγμα δίχα διῄρεται· τὸ μὲν γὰρ πρῶτον διασκεψόμεθα τούς τε λογισμοὺς καὶ τὰ τεκμήρια οἷς ὁ Πλάτων ἐν τῷ Φαίδρῳ τὴν τῶν ἀνθρώπων ψυχὴν ἀθάνατον οὖσαν ἀπέδειξε· εἶτα δὲ μεταβησόμεθα είς τὰς τοῦ Λουκιανοῦ πραγματείας, ἡσθησόμενοι τὸ μὲν σόνολον τῇ αὐτοῦ ἀστειολογίᾳ καὶ μάλιστα δὲ τοῖς κατὰ τῶν ἀθανατιζόντων σκώμμασιν. οὕτως ὑμῖν ὑπάρξει, ὦ φίλοι ἀκροαταί, ἅμα μὲν ἀναγνῶναι χωρία τινὰ σπουδῆς ἀξιώτατα, ἔτι δὲ καὶ πεῖραν λαβεῖν τῶν  ἑλληνικῶν διδαγμάτων ἃ παρέχειν φιλοῦμεν.

ΔΙΔΑΣΚΑΛΟΙ· Edoardo Benati, Paolo Pezzuolo

ΑΚΡΟΑΤΑΙ· παριέμεθα ἅπαντας τούς τε φιλέλληνας καὶ τοὺς περὶ τὴν φιλολογίαν σπουδαζομένους.

ΓΛΩΤΤΑ· τὴν ἀκρόασιν ἀττικιστί παρέξομεν.

ΠΟΤΕ: τῇ τριακοστῇ καὶ πρώτῃ ἡμέρᾳ τοῦ Μαίου μηνός (31.05.2020), τῇ 17:00 ὡρᾳ CEST (GMT+2)

TIMH: προῖκα

ΕΙΣ ΤΙΝΑ ΗΜΕΡΑΝ ΕΞΕΣΤΑΙ ΕΙΣ ΤΟΥΣ ΑΚΡΟΑΤΑΣ ΚΑΤΑΛΕΓΗΝΑΙ: εἰς τὴν πρώτην καὶ τριακοστὴν ἡμέραν τοῦ Μαίου μηνός (31.05.2020), μέχρι τῆς 15:00 ὥρας CEST (GMT+2)

ΚΑΤΑΛΕΓΗΘΙ:

ὧδε

%d blogger hanno fatto clic su Mi Piace per questo: